O μέντοι κυρίως καὶ ἀληθῶς Eνθουσιασμος Eστιν, οταν τὸ Eν τοῦτο τὸ Yπὲρ νοῦν τῆς ψυχῆς ἀνεγείρηται πρὸς τους ϑεοὺς καὶ Eκεῖθεν Eπιπνέηται· ἄλλοτε δὲ Yπ ἄλλων κατέχεται θεῶν παρα τας Eπιτηδειοτητας ἑαυτοῦ, μᾶλλον δὲ καὶ ἔλαττον κατέχεται οταν ο νοῦς ᾗ ο κινούμενος ἢ <ἡ> διάνοια, “Ωσπερ οὐν οταν φιλοσοφίαν τίς Eστι· ζητῶμεν, μή ἀκριὸολογούμενοι δὲ ἀλλὰ καταχρώμενοι πολλάκις, καὶ τὴν μαθηματικὴν ἢ τὴν φυσικὴν ἢ τὴν ἠθικὴν φιλοσοφίαν τε καὶ Eπιστήμην καλοῦμεν, οὕτω δὴ καὶ Eπὶ τοῦ Eνθουσιασμοῦ. Eνθουσιασμὸν γὰρ εἰώθαμεν λέγειν κᾶν ἡ φαντασία ᾔ ἡ κινουμένη. οἳ μέντοι τὸν Eνθουσιασμὸν κράσεσι σωμάτων ἀνατιθέντες ἢ ἀέρος εὐκρασίαις ἢ ἀναθυμιάσεων διαφοραῖς ἢ καὶ καιρῶν ἢ τοπων Eπιτηδειοτησιν ἢ καὶ τῇ τῶν κατ οὐρανὸν περιιοντων ποιήσει, τὰ συναίτια μᾶλλον καὶ Yλικὲι τοῦ πράγματος ἥπερ τὰ αἰτια τὰ κυρίως λέγουσιν. Ἔχεις οὐν ποιητικὴν μέν αἰτίαν τοῦ Eνθουσιασμοῦ τοὺς ϑεοὺς, Yλικήν δὲ αὐτὴν την Eνθουσιῶσαν ψυχὴν ἢ καί τὰ ἔθωθεν σῦμὸολα, είδικήν δὲ τήν Eκ θεῶν Eπίπνοιαν περὶ τὸ Eν τὸ τῆς ψυχῆς, τελικὴν δὲ τὸ ἀγαθον.
Aλλ εἰ ἀεὶ βούλονται τὰ ἀγαθὰ τῇ ψυχῇ οἱ θεοῖ, διὰ τί μὴ ἀεὶ ἑνθουσιᾷ; Ἡ βούλονται μεν αὐτῇ τὰ ἀγαθὰ, βούλονται δὲ καὶ την τοῦ παντὸς τάθιν κρατεῖν· καὶ αὐτὴ δὲ οὐκ ἀεὶ Eπιτηδεία Eστὶ διὰ πολλὰς αἰτίας· διοπερ οὐκ ἀεὶ Eνθουσιᾷ. Τινὲς δὲ λέγουσι τὴν τελεστικὴν ἄχρι τοῦ Yπὸ σελήνην φθάνειν· εἰ μὲν οὐν οὕτω λέγουσιν οτι οὐδὲν τῶν Yπὲρ σελήνην καὶ οὐρανίων είς τὸν Yποσὲληνον τοπον Eνεργεῖ, Eναργῶς ἄτοπα λέγουσιν· εί δὲ οτι οἱ τελεσταῖ οὐ δύνανται Yπὲρ την σεληνιακην σφαῖραν Eνεργῆσαι, Eροῦμεν οτι, εἰ μεν αἰ λήθεις τῶν ψυχῶν πᾶσαι Yποσέληνοί εἰσιν, ἀληθὴς αΰτῶν ἔσται ο λογος, εἰ δέ εἰσι λήθεις ψυχῶν καὶ Yπὲρ σελήνην (ὥσπερ οὐν εἰσιν· αἳ μὲν γὰρ ἡλίου ὀπαδοί εἰσιν, αἰ δὲ σελήνης, αἲ δὲ Κρονου· ἔσπειρε γὰρ τὰς μὲν εἰς γῆν, τὰς δὲ είς ἥλιον, τὰς δὲ ἄλλας ἀλλαχοῦ), δυνατὸν ἔσται τήν ψυχὴν καὶ Yπὲρ σελήνην Eνεργῆσαι.
οπερ γὰρ ἡ ολη τάθις αὐτῇ παρέχει πολυχρονίως, τοῦτο δυνήσεται καὶ ἑαυτῇ παρασχεῖν ὀλιγοχρονίως ἡ ψυχή “ διὰ τελεστικῆς Yπὸ θεῶν βοηθουμὲνη· Yπὲρ μὲν γαρ τήν ἑαυτῆς λῆθιν οὐκ ἄν ποτε Eνεργήσειεν, ἄχρι δὲ τῆς ἑαυτῆς λήθεως Eνεργήσειεν ἂν· ὥσπερ εἰ λογου χάριν ἠ λῆθις τῆς ψυχῆς ἄχρι φιλοσοφίας ἠν, ἠδύνατο · ἡ ψυχὴ, καί μὴ βίον ἑλομένη φιλοσοφον ἀλλὰ ἄλλον τινὰ, Eνεργῆσαί τι καί Eν Eκείνῳ τῷ βίῳ φιλοσοφον. Λέγονται δὲ εἰναί τινες καὶ Yπερκοσμιοι ψυχαί. Πῶς μὲν οῦν ἡ ψυχὴ Eνθουσιᾷ, εἴρηται.